Add parallel Print Page Options

Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην· ([a]αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου·) καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν [b]ἑαυτοῦ πόλιν. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυὶδ ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ [c]ἐμνηστευμένῃ αὐτῷ, οὔσῃ ἐγκύῳ. ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν [d]ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.

Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. [e]καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν· 10 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· Μὴ φοβεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ, 11 ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν χριστὸς κύριος ἐν πόλει Δαυίδ· 12 καὶ τοῦτο ὑμῖν [f]τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον [g]καὶ κείμενον ἐν φάτνῃ. 13 καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς [h]οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων· 14 Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις [i]εὐδοκίας.

15 Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ’ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, [j]οἱ ποιμένες [k]ἐλάλουν πρὸς ἀλλήλους· Διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν. 16 καὶ ἦλθαν σπεύσαντες καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ· 17 ἰδόντες δὲ [l]ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. 18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς, 19 ἡ δὲ [m]Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. 20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:2 αὕτη WH Treg NIV ] + ἡ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:3 ἑαυτοῦ WH Treg NIV ] ἰδίαν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:5 ἐμνηστευμένῃ αὐτῷ WH Treg NIV ] μεμνηστευμένῃ αὐτῷ γυναικί RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:7 ἐν WH Treg NIV ] + τῇ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:9 καὶ WH NIV ] + ἰδού Treg RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:12 τὸ Treg NIV RP ] – WH
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:12 καὶ WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:13 οὐρανίου WH NIV RP ] οὐρανοῦ Treg
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:14 εὐδοκίας WH Treg NIV ] εὐδοκία RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:15 οἱ WH NIV ] καὶ οἱ ἄνθρωποι οἱ Treg RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:15 ἐλάλουν WH NIV ] εἶπον Treg RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:17 ἐγνώρισαν WH Treg NIV ] διεγνώρισαν RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 2:19 Μαρία WH Treg ] Μαριὰμ NIV RP